RSS

ΛΟΓΟΝ ΑΓΑΘΟΝ

08 Σεπτ.
Γενέθλιον Παναγίας

(I.M Σιμωνόπετρας)
ΠΟΛΥΕΛΕΟΣ
Ὡς Πολυέλεος ψάλλεται ὁ 44ος ψαλμὸς τοῦ Ψαλτηρίου, ἢ ἀντὶ τούτου ἡ Ἐκλογὴ
(Θεοδώρου Φωκαέως †1851)
Λόγον ἀγαθόν. Ἀλληλούϊα.
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Χαῖρε Παντάνασσα Πανύμνητε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ. Ἀλληλούϊα.

Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Χαῖρε Βασίλισσα τῶν Ἀγγέλων, Δέσποινα τοῦ Κόσμου. Ἀλληλούϊα.
Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Χαῖρε τῶν Προφητῶν τὸ κήρυγμα, Πατριαρχῶν ἡ δόξα. Ἀλληλούϊα.
Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Χαῖρε ἀγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα. Ἀλληλούϊα.
Ἐξεχύθη χάρις ἐν χείλεσίν σου. Χαῖρε ἄσπιλε, ἀμόλυντε, ἄφθορε Παναγία. Ἀλληλούϊα.
Διὰ τοῦτο εὐλόγησέν σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Χαῖρε ἡ ἀπηλπισμένων ἐλπὶς καὶ τῶν πολεμουμένων βοήθεια. Ἀλληλούϊα.
Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατέ. Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ Σοῦ καὶ διὰ Σοῦ μεθ’ ἡμῶν. Ἀλληλούϊα.
Τῇ ὡραιότητί Σου καὶ τῷ κάλλει Σου. Χαῖρε εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου.
Καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε. Χαῖρε Παρθένε Θεοτόκε ἐν γυναιξὶν εὐλογημένη. Ἀλληλούϊα.
Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης. Χαῖρε Μαρία Κυρία πάντων ἡμῶν, ὁ Κύριος μετὰ Σοῦ τῶν Δυνάμεων. Ἀλληλούϊα.
Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Χαῖρε Θρόνε πυρίμορφε τῶν τετραμόρφων ὑπερενδοξοτέρα. Ἀλληλούϊα.
Ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους Σου. Χαῖρε Μαρία Κυρία πάντων ἡμῶν, Χαῖρε Μῆτερ τῆς ζωῆς. Ἀλληλούϊα.
Παρέστη ἡ Βασίλισσα Ἐκκλησίας δεξιῶν Σου. Χαῖρε ὑπερευλογημένη, ὑπερδεδοξασμένη. Ἀλλυλούϊα.
Περιβεβλημένη, πεποικιλμένη. Χαῖρε Ἄχραντε Θεοτόκε, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. Ἀλλυλούϊα.
Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὗς Σου. Χαῖρε Παράδεισε ἁγιώτατε, χαῖρε Νύμφη ἀνύμφευτε. ‘Αλληλούϊα.
Καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου. Χαῖρε ἁγία, ἁγίων μείζων, χαῖρε Νύμφη ἀνύμφευτε. ᾽Αλληλούϊα.
Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Παναγία Παρθένε ἐπάκουσον, τῆς φωνῆς τοῦ ἀχρείου ἱκέτου Σου, στεναγμοὺς τῆς καρδίας προσφέρειν Σοι, ἁεννάως εὐόδωσον Δέσποινα. ᾽Αλληλούϊα.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Παναγία Παρθἐνε Θεόνυμφε, τὴν οἰκτρὰν λειτουργίαν μου πρόσδεξαι, καὶ Θεῷ τῷ εὐσπλάχνῳ προσάγαγε, ὄπως χαίρων δοξάζω Σε Πάναγνε. ᾽Αλληλούϊα.
Δόξα Πατρί καὶ Υἱῷ καὶ ῾Αγίῳ πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἁνάγκης καὶ θλίψεως.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα
-.-

 

 
2 Σχόλια

Posted by στο 8 Σεπτεμβρίου 2014 σε Έλλην Λόγος

 

2 responses to “ΛΟΓΟΝ ΑΓΑΘΟΝ

  1. dimkoud

    7 Αυγούστου 2016 at 1:00 ΜΜ

    «Σὺ εἶ, Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος· σὺ εἶ ἡ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων.
    Σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν».

    πηγή 1:
    Ακολουθία Β’
    (Οσ. Μαξίμου του Ομολογητού)
    πηγή 2:
    Παναγία η Ελεούσα του Ρεϊσδερέ: Οι περιπέτειες ενός λαού – μιας εικόνας
    Βλ. και εδώ
    (Αρχιμ. Θεοφυλάκτου Μαρινάκη)

     

Σχολιάστε